Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.102 Dem. 19.110 (English) >>Dem. 19.114

19.109οὐδὲ εἷς· ἀλλὰ πάντες Ἀθηναῖοι πρότερον κατηγοροῦσι Φιλίππου, καὶ τυχὼν ἀεί, ὧν οὐδὲν οὐδεὶς ἠδίκηται, ἰδίᾳ δήπου. ἐγὼ δʼ ἐκείνους τοὺς λόγους ἐζήτουν παρὰ τούτου, εἴπερ μὴ πεπρακὼς αὑτὸν ἦν, “ἄνδρες Ἀθηναῖοι, ἐμοὶ μὲν χρήσασθʼ τι βούλεσθε· ἐπίστευσʼ, ἐξηπατήθην, ἥμαρτον, ὁμολογῶ. τὸν δʼ ἄνθρωπον, ἄνδρες Ἀθηναῖοι, φυλάττεσθε· ἄπιστος, γόης, πονηρός. οὐχ ὁρᾶθʼ οἷα πεποίηκεν ἐμέ; οἷʼ ἐξηπάτηκεν;” τούτων οὐδένʼ ἀκούω τῶν λόγων, οὐδʼ ὑμεῖς. 19.110διὰ τί; ὅτι οὐ παρακρουσθεὶς οὐδʼ ἐξαπατηθείς, ἀλλὰ μισθώσας αὑτὸν καὶ λαβὼν ἀργύριον ταῦτʼ εἶπε καὶ προὔδωκεν ἐκείνῳ, καὶ γέγονεν καλὸς κἀγαθὸς καὶ δίκαιος μισθωτὸς ἐκείνῳ, πρεσβευτὴς μέντοι καὶ πολίτης ὑμῖν προδότης καὶ τρίς, οὐχ ἅπαξ, ἀπολωλέναι δίκαιος.

19.111οὐ τοίνυν ἐκ τούτων μόνον δῆλός ἐσθʼ ὅτι χρημάτων ἅπαντʼ εἶπεν ἐκεῖνα· ἀλλʼ ἧκον ὡς ὑμᾶς ἔναγχος Θετταλοὶ καὶ Φιλίππου πρέσβεις μετʼ αὐτῶν, ἀξιοῦντες ὑμᾶς Φίλιππον Ἀμφικτύονʼ εἶναι ψηφίσασθαι. τῷ προσῆκεν οὖν ἀντειπεῖν τούτοις μάλιστα πάντων ἀνθρώπων; Αἰσχίνῃ τουτῳί. διὰ τί; ὅτι οἷς οὗτος ἀπήγγειλε πρὸς ὑμᾶς, τούτοις τἀναντίʼ ἐποίησεν ἐκεῖνος. 19.112οὗτος μὲν γὰρ ἔφη Θεσπιὰς καὶ Πλαταιὰς αὐτὸν τειχιεῖν, καὶ τοὺς μὲν Φωκέας οὐκ ἀπολεῖν, τὴν δὲ Θηβαίων ὕβριν καταλύσειν· δὲ τοὺς μὲν Θηβαίους μείζους προσῆκε πεποίηκε, τοὺς δὲ Φωκέας ἄρδην ἀπολώλεκε, καὶ τὰς μὲν Θεσπιὰς καὶ Πλαταιὰς οὐ τετείχικε, τὸν δʼ Ὀρχομενὸν καὶ τὴν Κορώνειαν προσεξηνδραπόδισται. πῶς ἂν ἐναντιώτερα πράγμαθʼ ἑαυτοῖς τούτων γένοιτο; οὐ τοίνυν ἀντεῖπεν, οὐδὲ διῆρε τὸ στόμα, οὐδʼ ἐφθέγξατʼ ἐναντίον οὐδέν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.102 Dem. 19.110 (English) >>Dem. 19.114

Powered by PhiloLogic